ΙΕΡΕΑΣ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ

Δος μου κι εμένα άνεση, Παναγιά μου,
πριν ν’ απέλθω και πλέον δεν θα υπάρχω.(Αλεξ. Παπαδ.)

Σάββατο, Φεβρουαρίου 06, 2010

Όταν μέλλης έρχεσθαι κρίσιν δικαίαν ποιήσαι



Ὅταν μέλλῃς ἔρχεσθαι, κρίσιν δικαίαν ποιῆσαι, Κριτὰ δικαιότατε, ἐπὶ θρόνου δόξης σου καθεζόμενος· ποταμὸς πύρινος, πρὸ τοῦ σοῦ Βήματος καταπλήττων ἕλκει ἅπαντας, παρισταμένων σοι, τῶν ἐπουρανίων Δυνάμεων, ἀνθρώπων κρινομένων τε, φόβῳ καθ' ἃ ἕκαστος ἔπραξε· τότε ἡμῶν φεῖσαι, καὶ μοίρας καταξίωσον Χριστέ, τῶν σῳζομένων ὡς εὔσπλαγχνος, πίστει δυσωποῦμέν σε.



Βίβλοι ἀνοιγήσονται, φανερωθήσονται πράξεις, ἀνθρώπων ἐπίπροσθεν, τοῦ ἀστέκτου Βήματος, διηχήσει δέ, ἡ κοιλὰς ἅπασα, φοβερῷ βρύγματι, τοῦ κλαυθμῶνος, πάντας βλέπουσα τοὺς ἁμαρτήσαντας, ταῖς αἰωνιζούσαις κολάσεσι, τῇ κρίσει τῇ δικαίᾳ σου, παραπεμπομένους, καὶ ἄπρακτα, κλαίοντας Οἰκτίρμον· διό σε δυσωποῦμεν ἀγαθέ· Φεῖσαι ἡμῶν τῶν ὑμνούντων σε, μόνε Πολυέλεε.



Ἠχήσουσι σάλπιγγες, καὶ κενωθήσονται τάφοι, καὶ ἐξαναστήσεται, τῶν ἀνθρώπων τρέμουσα, φύσις ἅπασα· οἱ καλὰ πράξαντες ἐν χαρᾷ χαίρουσι, προσδοκῶντες μισθόν λήψεσθαι, οἱ ἁμαρτήσαντες, τρέμουσι δεινῶς ὀλολύζοντες, εἰς κόλασιν πεμπόμενοι, καὶ τῶν ἐκλεκτῶν χωριζόμενοι· Κύριε τῆς δόξης, οἰκτείρησον ἡμᾶς ὡς ἀγαθός, καὶ τῆς μερίδος ἀξίωσον, τῶν ἠγαπηκότων σε.



Κλαίω καὶ ὀδύρομαι, ὅταν εἰς αἴσθησιν ἔλθω, τὸ πῦρ τὸ αἰώνιον, σκότος τὸ ἐξώτερον, καὶ τὸν τάρταρον, τὸν δεινὸν σκώληκα, τὸν βρυγμὸν αὖθις τε, τῶν ὀδόντων, καὶ τὴν ἄπαυστον, ὀδύνην μέλλουσαν, ἔσεσθαι τοῖς ἄμετρα πταίσασι, καὶ σὲ τὸν Ὑπεράγαθον, γνώμῃ πονηρᾷ παροργίσασιν ὧν εἷς τε καὶ πρῶτος, ὑπάρχω ὁ ταλαίπωρος ἐγώ· ἀλλὰ Κριτὰ τῷ ἐλέει σου, σῶσόν με ὡς εὔσπλαγχνος.

Ὅταν τίθωνται θρόνοι, καὶ ἀνοίγωνται βίβλοι, καὶ Θεὸς εἰς κρίσιν καθέζηται, ὢ ποῖος φόβος τότε!. Ἀγγέλων παρισταμένων ἐν φόβῳ, καὶ ποταμοῦ πυρὸς ἕλκοντος, τί ποιήσομεν τότε οἱ ἐν πολλαῖς ἁμαρτίαις ὑπεύθυνοι ἄνθρωποι; Ὅταν δὲ ἀκούσωμεν καλοῦντος αὐτοῦ, τοὺς εὐλογημένους τοῦ Πατρὸς εἰς βασιλείαν, ἁμαρτωλούς δὲ ἀποπέμποντος εἰς κόλασιν, τίς ὑποστήσεται τὴν φοβερὰν ἐκείνην ἀπόφασιν; Ἀλλὰ μόνε φιλάνθρωπε Σωτήρ, ὁ Βασιλεὺς τῶν αἰώνων, πρὶν τὸ τέλος φθάσῃ, διὰ τῆς μετανοίας ἐπιστρέψας ἐλέησόν με.


Ἐννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, ὅταν μέλλωμεν πάντες, γυμνοὶ καὶ ὡς κατάκριτοι, τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι· τότε σάλπιγξ ἠχήσει μέγα, καὶ τὰ θεμέλια τῆς γῆς σεισθήσονται, καὶ οἱ νεκροὶ ἐκ τῶν μνημάτων ἐξαναστήσονται, καὶ ἡλικία μία πάντες γενήσονται, καὶ πάντων τὰ κρυπτὰ φανερὰ παρίστανται ἐνώπιόν σου, καὶ κόψονται, καὶ κλαύσονται, καὶ εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπελεύσονται, οἱ μηδέποτε μετανοήσαντες, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει, ὁ τῶν Δικαίων κλῆρος, εἰσελεύσεται εἰς παστάδα οὐράνιον.


Ὢ ποία ὥρα τότε, καὶ ἡμέρα φοβερά, ὅταν καθίσῃ ὁ Κριτὴς ἐπὶ θρόνου φοβεροῦ! βίβλοι ἀνοίγονται, καὶ πράξεις ἐλέγχονται, καὶ τὰ κρυπτὰ τοῦ σκότους δημοσιεύονται, Ἄγγελοι περιτρέχουσιν, ἐπισυνάγοντες πάντα τὰ ἔθνη. Δεῦτε ἀκούσατε βασιλεῖς καὶ ἄρχοντες, δοῦλοι καὶ ἐλεύθεροι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες, ὅτι ἔρχεται Κριτής, ὁ μέλλων κρῖναι πᾶσαν τὴν οἰκουμένην, καὶ τίς ὑποστήσεται ἀπὸ προσώπου αὐτοῦ, ὅταν Ἄγγελοι παρίστανται, ἐλέγχοντες τὰς πράξεις, τάς διανοίας, τὰς ἐνθυμήσεις, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρα; ὢ ποία ὥρα τότε! Ἄλλά πρὸ τοῦ φθάσαι τὸ τέλος, σπούδασον κράζουσα, ψυχή· ὁ Θεός, ἐπίστρεψον, σῶσόν με, ὡς μόνος εὔσπλαγχνος.

Δανιὴλ ὁ Προφήτης, ἀνὴρ ἐπιθυμιῶν γενόμενος, τὸ ἐξουσιαστικὸν Θεοῦ θεωρήσας, οὕτως ἐβόα· Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Βλέπε, ψυχή μου, νηστεύεις; τὸν πλησίον σου μὴ ἀθέτει. βρωμάτων ἀπέχῃ; τὸν ἀδελφόν σου μὴ κατακρίνῃς, μὴ τῷ πυρὶ παραπεμπομένη, κατακαῇς ὡσεί κηρός, ἀλλ' ἀνεμποδίστως εἰσάξῃ σε Χριστός, εἰς τὴν βασιλείαν αὐτοῦ. 


Προκαθάρωμεν ἑαυτούς, ἀδελφοί, τῇ βασιλίδι τῶν ἀρετῶν· ἰδοὺ γὰρ παραγέγονε, πλοῦτον ἡμῖν ἀγαθῶν κομίζουσα, τῶν παθῶν κατευνάζει τὰ οἰδήματα, καὶ τῷ Δεσπότῃ καταλλάττει τοὺς πταίσαντας· διὸ μετ' εὐφροσύνης ταύτην ὑποδεξώμεθα, βοῶντες Χριστῷ τῷ Θεῷ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀκατακρίτους ἡμᾶς διαφύλαξον, δοξολογοῦντάς σε τὸν μόνον ἀναμάρτητον.

Δεν υπάρχουν σχόλια: